Ancient Greek
SB 28 17207
Documentary Papyri, SB 28 17207
Not analysed yet
Ἀμεννεὺς Πεσούρει χαίρειν· ἧς γέγραφεν ἡμῖν Φανῆσις κωμογραμματεὺς Θμοιναυσίρεως τοῦ Πέραν ἐπιστολῆς τὸ ἀντίγραφον ὑποτετάχαμεν ὅπως εἰδῆις. ἔρρωσο. ἒτους λγ Φαρμοῦθι ις. Φανῆσις κωμογραμματεὺς Θμοιναυσίρεως καὶ τῶν συγκυρουσῶν κωμῶν Ἀμεννεῖ χαίρειν· τῇ ις τοῦ ἐνεστῶτος μηνὸς ἐπιλαβόντων τῶν ἐκ τῆς κώμης φυλακιτῶν Ὡρίωνα τῶν ἐκ τῆς αὐτῆς κώμης γεωργῶν, ἀνήχθη εἰς Ἡρακλέους πόλιν ὡς ἐπὶ Κομανὸν τὸν ἐπιστάτην τῶν φυλακιτῶν· καὶ μετὰ ταῦτα τῇ αὐτῇ ἡμέρᾳ ἐπιβαλὼν εἰς τὴν αὐτὴν κώμην Ἀγαθῖνος καὶ Φιλάμμων οἱ παρὰ Διονυσίου σὺν ἄλλοις ποιούμενοι παρασφραγισμὸν τῆς Ἀβαβίκιος οἰκίας ἐν ᾗ ὁ προγεγραμμένος Ὡρίων κατεγένετο καὶ Πετεσοῦχος τῶν βασιλικῶν γεωργῶν τῶν τῆς αὐτῆς …ἄνευ τῆς ἡμετέρας γνώμης ἢ παραλαβεῖν τινας τῶν παρ’ ἡμῶν. ἔστιν δὲ τὸ καθ’ ἓν ὧν ἐπιδέδωκεν …τε· χῆνα ταριχηρὸν α προσκεφάλαια β …ἔτους λγ Φαρμοῦθι ις. …