Ancient Greek
SB 28 17232
Documentary Papyri, SB 28 17232
Not analysed yet
ὑπατείας Φλαουίου Θεοδωρίχου τοῦ λαμπροτάτου Θὼθ κγ ἰνδικτίωνος η. Φλαουίῳ Φιλοξένῳ τῷ αἰδεσιμωτάτῳ ἐπαρχικῷ υἱῷ τοῦ εὐλαβεστάτου …υτου …ντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος…νου…ος υἱὸς Μαρτυρίου μητρὸς…ς καὶ ἡ τούτου γαμετὴ …ατ… Φοιβάμμωνος ἀπὸ τὴς αὐτῆς Ὀξυρυγχιτῶν χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ εὔσταθμα ἀριθμῷ δύο, γίνονται χρυσοῦ νομισμάτια β κεφαλαίου, ἐπὶ τῷ ἡμᾶς ἐξ ἀλληλεγγύης χορηγεῖν σοι ὑπὲρ διαφόρου τούτων καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ εἰσιόντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ἔτους ρξα ρλ τῆς παρούσης ὀγδόης ἰνδικτίονος τὸν ὑπὲρ αὐτῶν νόμιμον ἑκατοστιαῖον τόκον ἀκοιλάντως, τὰ δὲ τοῦ προκειμένου κεφαλαίου χρυσοῦ νομισμάτια δύο ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσομεν ἐξ ἀλληλεγγύης τῷ …μηνὶ τῆς σὺν Θεῷ ἐννάτης ἰνδικτίονος ἀνυπερθέτως, γινομένης σοι τῆς πράξεως παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ παρʼ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κύριον τὸ γραμμάτιον …