Ancient Greek
SB 28 17233
Documentary Papyri, SB 28 17233
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ Τριάδος Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους …τετάρτῃ τρίτης ἰνδικτίωνος. Αὐρηλίῳ …τῷ θαυμασιωτάτῳ υἱοῦ τοῦ μακαρίτου …ἀπὸ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου Πκυλίου υἱοῦ Ψᾶ ἐκ μητρὸς …ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ τριετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εἰσιούσης τετάρτης ἰνδικτίωνος τὰς διαφερούσας σοι ἀρούρας πέντε σπορίμης γῆς πεπληρωμένων τῶν ἑξήκοντα τεσσάρων ἀμμάτων δικαίῳ σχοινίῳ ἑκάστης ἀρούρης διακειμένας ἐν τρισὶ τοποθεσίαις, οὕτως· ἐπὶ πρώτῃ τοποθεσίᾳ ἀρουρ… ἐν γεωργίῳ καλουμένῳ Πακουκ …κόντων, ἐπὶ δευτέρᾳ τοποθεσίᾳ …σαν… κ…