Ancient Greek
17239.1 to 17239.14
Documentary Papyri, SB 28 17239.1-14
Not analysed yet
χμγ χμγ …Φλαυίῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Θεοδώρῳ Κωνσταντίνῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ, τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ, ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου, δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β. vac. δέησις καὶ ἱκεσία παρὰ τῶν ἐλεεινοτάτων βουλευτῶν Ὄμβων τῶν δούλων τῆς ὑμ… ἔγνωσται τοῖς ἐνοικοῦσι πᾶσαν τὴν ἀθλίαν ἡμῶν Θηβαίων χώραν ὁ πρὸς Θεὸν καὶ σωτῆρα Χριστὸν ἱλασμὸς ἡμῶν ἐκ τοῦ τὴν ἡμετέραν ταλαιπωρίαν ἀξιοῦσθαι πάλιν τῆς διαβεβοημένης ὑμῶν καὶ πανευφημουμένης παρουσίας. ἐλπίδα καὶ σωτηριῶδες ἔχοντες ἐκ ταύτης ἐπʼ ἀληθείας τυχεῖν λήθης τῶν συμβεβηκότων ἡμῖν πικρῶν ἀδικημάτων καὶ ἀνάπαυλαν ἐνδελεχῆ χορεῦσαι ὑπὲρ εὐχήν …μέρεσιν ἐφιλοπραγμονήθημεν οὐχ ὡς ἔτυχεν καὶ τὸ καθ ἡμᾶς πρᾶγμα ἐξειπεῖν οὐκ ηὕραμεν, μὴ ὄντος λυτρουμένου μήτε σώσοντος, εἰ μὴ ὑμᾶς τοὺς ὑπεροχωτάτους καὶ ἐνδόξους …πλὴν τοῦ πανοικτιστοῦ Θεοῦ. τὸ δὲ καθʼ ἡμᾶς πρᾶγμα ἐν τούτοις ἔχομεν. διδάσκομεν τὴν ὑπερφυῆ ὑμῶν καὶ ἔνδοξον δεσποτείαν ὡς μωρίαν καὶ ἀκαταστασίαν ἀμύθητον ἐνόσησέν τις ἀταξίᾳ φερόμενος …καταγόμενος πρὸ βασιλέως καὶ μηδεμίαν ἔκπληξιν τῶν νόμων καρπούμενος μήτε ἀνθρώπων φειδόμενος κατὰ φόβον Θεοῦ. οὐκ ὤκνησεν γὰρ ὁ τοιοῦτος μάταιος καὶ ὀλισθηρὸς καὶ …πονηρὸν ἀπεργάσασθαι ἑαυτῷ βίον τε καὶ ἐργαστήριον καὶ τὸ μεμυημένον χριστιανικὸν ἀθετῆσαι σέβας καὶ θρῆσκος, καὶ δαίμοσι καὶ ξοάνοις ἀφιερῶσαι σηκούς, ἀντιπολέμιον ἑαυτὸν δεικνύς …σκάνδαλα ποιησάμενος ἐν τῷ αὐτὸν τὰ ἱερὰ τοῖς βαρβάροις ἤτοι Βλέμυσι ἀνακαινίσασθαι, μεθʼ ὃ καίπερ ἐκεῖνοι τὸν ἀίδιον ἐπιγινώσκειν Θεὸν ὑπεστρέφοντο τῶν ἐξουδενώσεως εἰδώλων …ὠμοφαγων ὁ τοιοῦτος …εισυω…μενος ἔθελξεν συνομοίων ἀτάκτων καὶ ἐπραίδευσαν ἡμᾶς παντελῶς καὶ ἀοικήτους τὰς ἡμετέρας ἐξεπόρθησεν οἰκίας, λεηλατήσας τὰ παντοῖα ἡμῶν πράγματα …τέκνα πλέον βαρβάρων, αὐτοῖς κακῶς διαπραξάμενος συνομόνοιαν τοῖς εἰρημένοις βαρβάροις καὶ ἄδειαν πράττων ἐν ἅπασι κεχρημένος κακοῖς αὐτονομίας τρόπῳ καθʼ ὃ Ἰερωβοὰμ τὰς δαμάλεις …εἰς τὰ εἴδωλα ὁ τοιοῦτος πλέον τούτου ἐξειργάσατο …πηκαι… βαρβάροις, γενάμενος καὶ ἐφʼ οἷς ἐζήτει αὐτῶν τότε Κολλοῦθος ὁ λαμπρότατος ἐπιφάνειαν πρὸς ἑαυτὸν διὰ τὴν τοῦ παρʼ αὐτοῦ κτισθέντος ‵παρανομίαν καὶ′ ἐπιτιμίαν ‵παμ′μιάραν …ου …συνήθροισεν πολλοὺς τοιούτους παρεπομένους αὐτῷ· ἐποίησεν μετὰ τὴν πόρθησιν τῶν οἰκημάτων ἡμῶν καὶ τὴν ἐκείνων διαρπαγήν· κατέστρεψεν τὰ πλεῖστα μετʼ αὐτῶν καὶ …α ἐνέπρησεν ο…να… ἡμῖν καὶ νηπίων τέκνων κολπ…νον ἀνεῖλεν ϋ…ι ὁ ὠμοφάγος ἐκεῖνος καὶ μιξοβάρβαρος καὶ μιξέλλην, ἀπόντων ἡμῶν καὶ παρόντων ἐνταῦθα ἐπὶ τῆσδε τῆς πόλεως Ἀντινόου δημοσίας χρείας ἕνεκεν …