Ancient Greek
17239.15 to 17239.21
Documentary Papyri, SB 28 17239.15-21
Not analysed yet
αὐτονομῶν ἀπῄτησεν, ἑαυτῷ οἰκειωσάμενος μετὰ τῆς ἑπομένης αὐτῷ τῶν ἀτάκτων συνόδου καὶ ἐδαπάνησαν εἰς ἑαυτοὺς ἀφόβως καὶ τὰ ἀμπελικὰ αὐτῶν χωρία ἀπετρύγησεν ἀπηλ…η …μείναντα, πρὸς λύμην τοῦ δημοσίου λόγου καὶ τελείαν ἡμῶν ἀνατροπήν, ἔξω ἢ καὶ προσπορίσας βαρβάροις ἔθνεσι δῶρα καὶ λωτίσματα, συνθρησκεύων τοῖς τοιούτοις ὁ βέβηλος καὶ παρθενοπίπης …δεῦρο ὑπὸ συλλῃστῶν, τοῦ αὐτοῦ καὶ ἰδικὴν ἐγγόνην καταμοιχεύσας …ἀδεῶς καὶ προσεπὶ τούτοις τὰ ἱερὰ σίγνα χλευάσας χρυσᾶ εἰς κλανία ἅβρας βαρβάρων ἐγχειρῶν καὶ αὐτὸς μεταποιησάμενος …εἰ οἷόν τέ ἐστι. διὸ παρακαλοῦμεν τὴν ὑπερφυῆ ὑμῶν εὔκλειαν τὰ πάνδεινα τούτου τοῦ ἀτοπωτάτου καὶ κακῶς ἔχοντος τῆς τιμῆς τοῦ αὐτοῦ ὀνόματος, ἅτινα χάρτης οὐ χωρεῖ οὔτε γλώσσαις ἐκφράσαι …ἀνασταλῆναι καὶ παντελῶς ἀναιρεθῆναι. πλέον καπνοῦ εὖ καταγνοῖτο σβέννυσθαι ὥστε τὸ μνημόσυνον τούτου κατὰ ῥίζης πώποτε ἐξωθῆναι, ὅπως εὕρωμεν εὐκόλως βιῶναι οἷοι …τὰ ἴδια τῷ δημοσίῳ καὶ ἐξυπηρετῆσαι τῇ τούτων εἰσφορᾷ κατὰ τὸ ἔθος καὶ εὕρωμεν ἡσύχως διατρῖψαι, προσκυνούμενοι ἀδιαλείπτως τῷ ἀγαθῷ κυρίῳ ἐπόπτῃ Θεῷ ὑπὲρ σωτηρίας καὶ διαμονῆς …ὑπερφυέστατοι καὶ εὐκλεέστατοι στρατηλάται, ὕπατοι, πατρίκιοι, δοῦκες, αὐγουστάλιοι, κύριοι. ΑΩ