Ancient Greek
SB 3 6011
Documentary Papyri, SB 3 6011
Not analysed yet
Πεχύτης Ἀμμωνίου Ψενψεεῖνε χαίρειν. εἰδέ, πῶς δυνηθῇς καταβῆναι, ἵνα καταπλεύσῃς μετʼ ἐμοῦ μέχρι Κόπτου, ἐπεὶ ἔγραψα τοῖς Ἀπολλωνίου περὶ τῶν σωμάτων τῶν ἀπὸ Κόπτου, ἵνα καταβῇς μετʼ ἐμοῦ καὶ λάβωμεν τὰ σώματα, ἃ ἐκεῖ μένουσιν ἐκκείμενα δώδεκα . οἱ νησιῶται οἱ ἀπὸ Σουήνης ἀπῆλθαν α… αὐτοῖς λέγοντες· εἰ μὴ σὺ καταβῇς Ἥρωνι δίδομεν, ἐὰν μὴ σὺ θέλῃς καταβῆναι, πέμψον τὸν ἀδελφόν, ὅπως καταβήσῃ, πρὶν τῶν νεκρῶν… ἵνα ἐπὶ τὴν ἐφαῦριν καταπλεύσωμεν . ἔρρωσο. Ἐπὶπ δ.