Ancient Greek
SB 3 6016
Documentary Papyri, SB 3 6016
Not analysed yet
ἀπὸ τῆς Θέωνος τοῦ Ἱέρακος τοῦ καὶ Ἀρίου κολλυβιστικῆς τραπέζης. Διδύμῳ Ἁρποκρατίωνος τοῦ Σαραπίωνος Θεομητορίῳ τῷ καὶ Ἀλθαιεῖ καὶ Σαραπίωνι Ἀπολλωνίου τοῦ Λυσιμάχου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι β. αὐτοὶ τ. ἔχειν β. Εὐδαιμονίδι Ἥρωνος ἀστῇ μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ καθʼ ὑπόμνημα πρυτάνεων, οὗ χρόνος ἐν πρυτανείῳ τοῦ ἐνεστῶτος ἔτους Πε…ιείου ,Σαραπίωνος τοῦ καὶ Ἡρακλείδου τοῦ Γαίου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, τιμὴν δούλου Κανωπᾶτος ἐνγενοῦς Ἀλεξανδρίᾳ, τοῦ καταγεγραμμένου ὑμῖν ὑπʼ αὐτῆς κατὰ συνχώρησιν διὰ τοῦ καταλογείου διπλῷ χρήματι, πιστοῦ καὶ ἀδράστου καὶ ὄντα ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς, ὥστε ἀπέχειν αὐτὴν τὰς ὅλας τῆς τιμῆς δραχμὰς Αυ, σὺν αἷς ἔχει διὰ χειρὸς δραχμαῖς Αρ τὰς λοιπάς, βεβαιοῦντος Ἁρποκρατίωνος τοῦ Ταυρείνου τοῦ Ἁρποκρατίωνος Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, τ. ικα