Ancient Greek
SB 3 6264
Documentary Papyri, SB 3 6264
Not analysed yet
τῷ Κοπρῇ χαίρειν. τὸ μὲν γοργόν σου οἶδα, ἡ δὲ γυνή σε κάει λαλοῦσα πᾶσαν ὥραν, ὅτι σοι οὐδὲν δίδω. ἀνερχόμενος δὲ ἔδωκά σοι κερμάτιον, ὅτι δέξασα τὰ σιτάρια ἐν αὐτῷ γὰρ τῷ μηνὶ οὐχ εὗρον δοῦναί σοι. οὐδέν σε γὰρ ὑποστέλλομαι, πάντα σοι γὰρ πιστεύω, ἡ γὰρ γυνή σου λέγει, ὅτι οὐδὲν πιστεύει πολλ…ι…υ …οὐδείς σε δύναται φιλῆσαι, ἐκείνη γὰρ εἰς τὸ σύνφορον αὐτῆς ξύει σε…μαι γάρ σου τὰ στριφη.