Ancient Greek
SB 3 6265
Documentary Papyri, SB 3 6265
Not analysed yet
Ἀσκλῆς Σερήνῳ τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ τάχιον ἀπολαβεῖν. ἐλυπήθημεν λίαν ἐπὶ τῷ σε ἠμφοδηκέναι τῷ πλοίῳ. καλῶς οὖν ποιήσεις δηλώσας μοι περὶ τῆς ὑγιείας σου. ἐὰν τὰ μετέωρά σου ἀπαρτίσῃς, τάχιον πρὸς ἡμᾶς ἐλθέ. ἔρρωσο. Ἐπεὶφ α…. Σερήνῳ ἀδελφῷ Ἀσκλῆς.