Ancient Greek
SB 3 6300
Documentary Papyri, SB 3 6300
Not analysed yet
Πλάτων τοῖς ἐν Παθύρει κατοικοῦσι χαίρειν καὶ ἐρρῶσθαι. ἐξωρμηκότες ἐκ Λάτων πόλεως ἀντιληψόμενοι τῶν ἐνεστηκότων κατὰ τὸ συμφέρον τοῖς πράγμασι ἐκρίναμεν σημῆναι καὶ παρακαλέσαι εὐψυχοτέρους ὑπάρχοντας ἐφʼ ἑαυτῶν εἶναι καὶ συνγίνεσθαι Νεχθύρει τῶι ἐφʼ ὑμῶν τεταγμένωι μέχρι τοῦ καὶ ἡμᾶς ὅτι τάχος παρεῖναι τοῖς τόποις. ἔρρωσθε. ἔτους κϛ, Φαμενὼθ ιϛ. τοῖς ἐν Παθύρει κατοικοῦσι.