Ancient Greek
SB 3 6277
Documentary Papyri, SB 3 6301duplext
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν, ἔτους κα, ἐφʼ ἱερέως Γαλέστου τοῦ Φιλιστίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Σωσιπόλιος, μηνὸς Παῦνι κ, ἐν κώμηι Θμοινέπτει· ὁμολογεῖ Ἡρακλεόδωρος Ἡρακλεοδώρου Πέρσης τῆς ἐπιγονῆς Κλειτάρχωι τραπεζίτηι τοῦ Κωίτου ἐγγεγυᾶσθαι παραμονῆς Σεμθέα Τεῶτος ὃς καὶ Ἡρακλεόδωρος καλεῖται ἐνχειρίσαντα τὴν τράπεζαν τοῦ Κωίτου, ἐφʼ ὧι παρέξομαι αὐτὸν ἐμφανῆ ἔξω ἱεροῦ καὶ βωμοῦ καὶ τεμένους καὶ σκέπης πάσης ἕως Μεσορὴ τοῦ κα ἔτους καὶ καταστήσειν ἀφʼ ἧς ἂν ἡμέρας προείπῃ ἐν ἡμέραις πέντε · ἐὰν δὲ μὴ ποιῇ καθότι προγέγραπται, ἀποδότω τὸ ἐπικληθέν· παρελθόντος δὲ τοῦ χρόνου ἀπολέλυμαι τῆς ἐγγύης καὶ ἡ πρᾶξις ἔστω ἐκ τοῦ ἐγγύου …πάντων …πρὸς βασιλικά.