Ancient Greek
SB 3 6612
Documentary Papyri, SB 3 6612
Not analysed yet
ἔστιν δὲ τὸ ἀντίγραφον. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων, Φαῶφι κε. Αὐρήλιος Πολύβιος Μέλανος μητρὸς Ταὸρ ἀπὸ ἐποικίου Διοσκουρίου περὶ κώμην Σινκιφᾶ β πάγου τοῦ Ὀξυρυγχείτου νομοῦ Αὐρηλίῳ Ἡρακλείδῃ Διοσκουρίδου πρυτανεύσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐωνῆσθαι παρά σου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον τὰς ὑπαρχούσας σοι ἐν πεδίοις τῆς αὐτῆς κώμης Σινκιφᾶ ἐδάφους Ἀνκελύλιος λεγομένου ἰδιωτικῆς ἀρούρας τεσσεράκοντα ἐννέα πρότερον Κάστορος Βησᾶτος ἀπὸ ἐποικίου Εἰρήνης περὶ κώμην Βερκὺ τοῦ μεγάλου Ἑρμοπολίτου νομοῦ καὶ ἐν ἄλλῳ τόπῳ περὶ τὴν αὐτὴν κώμην Σινκιφᾶ βασιλικῆς ἀρούρας δώδεκα ἢ ὅσας ἐὰν ὦσι πρότερον Σεύθου ἐπίκλην Φαμπετβῆ καὶ Ἀρτέμιτος γυναικὸς ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως ἐφʼ αἷς ἔχουσιν κατʼ ἀγρὸν γειτνίαις καὶ τοποθεσίαις. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν με καὶ κυριεύειν σὺν ἐκγόνοις ἀπὸ τῆς δεκάτης ἰνδικτίονος καὶ αὐτῆς δεκάτης ἰνδικτίονος. κυρία ἡ ἀντίπρασις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι κε. Αὐρήλιος Πολύβιος Μέλανος ὁ προκίμενος ἐώνημαι τὰς προκιμένας ἰδιωτικῆς ἀρούρας τεσσεράκοντα ἐννέα καὶ βασιλικῆς ἀρούρας δώδεκα καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν παντοῖα δημόσια τῶν ἀπὸ τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος ὡς πρόκιται. Αὐρήλιος Ἀπόλλων Ἰωάννου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.