Ancient Greek
SB 3 6662
Documentary Papyri, SB 3 6662
Not analysed yet
Ἀπολλώνιος ἀπὸ προτηκτόρων Παμιντίᾳ Πτολεμαίου καὶ Κουρβᾶς Νικαίου ἀπὸ Ἰσιείου ὄρους χαίρειν. ἔσχον παρʼ ὑμῶν τὰ καὶ ὑπὲρ φόρου μου ιε ἰνδικτίωνος ἄχρι τῆς τοῦ γεούχου συνάρσεως σίτου εἰδικοῦ ἀρτάβας δέκα πέντε ἥμισυ, κριθῆς ἀρτάβην μίαν δίμοιρον, γίνονται σίτου ἀρτάβαι ιε 𐅵,κριθῆς ἀρτάβη α 𐅷,ἀχύρου ἀρτάβην μίαν ϛ. Ἀπολλώνιος διʼ ἐμοῦ Εἰρηναίου σεσημείωμαι.