Ancient Greek
SB 3 6663
Documentary Papyri, SB 3 6663
Not analysed yet
…ντων ἐν τῷ …οριστος κατὰ διαθήκην …σων ἐν τῷ κε ἔτει …ρ…ηι Ἰσχυρίωνος …ου Ἁρυώτῃ ……υλιος …Νεχθοσίρει …καὶ Αἰλούρῳ τῷ καὶ …οριος καὶ Ὀννόφρει …Ἡρακλεῖ τῷ καὶ Σεμθεῖ …σιος τοῖς δέκα τρισὶ …ντος πρώτου …δραχμῶν ἐπιγραφέντων …ἐν πίστει …εν αὐτῷ …ηκότων …γραφὴν χρόνου …ἐπεὶ οὖν συμβέβηκεν …Πτολεμαῖον μετηλλαχέναι τὸν βίον καὶ τοῦ τοῦ Πτολεμαίου υἱοῦ Ἡρακλείδου τοῦ καὶ παρειληφότος παρὰ τοῦ πατρὸς τὴν ἐπίφορον συγγραφὴν βουλομένου ἐξέχεσθαι τῆς τῶν πατρικῶν ὀφειλημάτων ἀπαιτήσεως καὶ παραποδιζομένου διὰ τὴν προκειμένην αἰτίαν, δέομαι πέμψαι τὴν ἔντευξιν ἐπὶ τοὺς ἐπὶ τῶν τόπων χρηματιστάς, οἷς εἰσάγει Ἀμμᾶς, ἵνʼ, ἐπεὶ βούλομαι τὰ τῆς πίστεως ἀποκαταστῆσαι ἐπὶ τῆς διαλογῆς ἁπλοῦ ὄντος τοῦ ἀξιώματος, γινώσκοντες τὸν δανεισμὸν ὄντα τοῦ τοῦ Ἡρακλείδου πατρὸς Πτολεμαίου, ἅμα δὲ καὶ παρακεχωρῆσθαι αὐτῷ τὴν πρᾶξιν, συνκρίνωσι συντάξαι τοῖς τῶν ξενικῶν πράκτορσι, ἵνʼ, ἐὰν ὁ Ἡρακλείδης ἢ καὶ οἱ παρʼ αὐτοῦ ποιῶνται τὴν τοῦ δανείου πρᾶξιν καὶ τῶν τόκων παρὰ τῶν δεδανεισμένων ἢ οὗ ἐὰν αἱρῶνται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς, χρηματίζωσι αὐτοῖς κατὰ μηδὲν διστάσαντες, ἐὰν δὲ καὶ περὶ τούτων βούλωνται ἐγκαλεῖν, ὁμοίως συγχρηματίζωσιν αὐτῷ, τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρὰ σοῦ ἀντιλήψεως. εὐτύχει.