Ancient Greek
SB 3 7176
Documentary Papyri, SB 3 7176
Not analysed yet
Κρησίλαος Ἀρτεμιδώρωι χαίρειν. ἀποστειλάντων ἡμῶν εἰς τὸν Κωίτην φορτία λιβανωτικὰ εἰς τὴν αὐτόθι διάθεσιν ἀπήγγελλεν ὁ παρακομίσας κεκωλυκέναι σε προφερόμενόν σοι δεῖν τὴν τιμὴν τάσσεσθαι. ἐθαύμαζον οὖν, πόθεν ἐπῆλθέν σοι τοιοῦτόν τι συντελεῖσθαι· οὗ μήν γε ἀπεστάλκαμεν Ἀσκληπιάδην καὶ Σεμθέα διαθησομένους καὶ συναναγκάσοντας τοὺς συντεταγμένους τὴν τετάρτην τῶν μύρων τάξασθαι τὸ ἐν αὐτοῖς …νυτοις. ἔτους λθ, Μεσορὴ ιη. Ἀρτεμιδώρωι.