Ancient Greek
SB 3 7177
Documentary Papyri, SB 3 7177
Not analysed yet
Φίλων Κρησιλάωι χαίρειν. ἔγραψεν ἡμῖν Ἀμμώνιος ἐπακολουθῆσαι τοῖς κατὰ τὰ ἡμισεύματα τῆς ἀμπέλου μετὰ τῶν παρὰ Ἡρακλείδου Φίλωνος καὶ Ἀπολλωνίου τοῦ Δημητρίου τῶν τελωνῶν. παρὰ δὲ τούτων οὐθεὶς ἥκει, τὰ δὲ κτημάτια ὑπὸ τοῦ ἀποσκλῆναι …εται… καὶ οἱ κύριοι ἐπιμαρτυράμενοι ἡμῖν ἐπὶ τοῦ ἐπιστάτου φασὶν τρυγήσειν τὰ ἀμπελικά, ὅτι οὐθὲν μὴ καταλειφθῆι τῆς σταφυλῆς. καλῶς ἂν οὖν ποιήσαις συντάξας τοῖς τελώναις ἀποστεῖλαι τοὺς παρʼ αὐτῶν ἤδη, ἵνα μὴ α…ειας ἔχωμεν. ἔρρωσο. ἔτους δ, Παῦνι ζ. Κρησιλάωι