Ancient Greek
SB 3 7178
Documentary Papyri, SB 3 7178
Not analysed yet
Διοκλῆς ὁ παρὰ Σωσιβίου Ἀμμωνίωι χαίρειν. Θοτορτᾶιν τὸν παρʼ ἡμῶν κυβερνήτην ἀκούομεν …ι συνέχεσθαι διʼ αἰτίαν τινὰ βραχέαν. καλῶς οὖν ποιήσεις διέμενος αὐτόν, ἵνα μὴ ἀργῆι τὸ πλοῖον· τοῦτο δὲ ποιῶν εὐχαριστήσεις μοι· γράφε δὲ καὶ σὺ πρός με, ὧν ἂν χρείαν ἔχηις. ἔρρωσο. ἔτους ε, Θῶυθ ι. οἰκονόμωι. ἔτους ε, Θῶυθ ι Ἀμμωνίωι. Διοκλῆς ὁ παρὰ Σωσιβίου π… Θοτορτάιτος.