Ancient Greek
7241.1 to 7241.44
Documentary Papyri, SB 3 7241.1-44
Not analysed yet
…αὐτούς, εἴ τι ἐθεματίσαμεν ἐν τοῖς ἡμετέροις ἐνταγίοις, αὐτῶν μέντοι παρεχόντων, εἴ τί ἐστι διʼ αὐτῶν δημόσιά τε καὶ ἐκστραόρδινα, λαμβάνων ἀντιφωνητὰς αὐτῶν εὐπόρους ὀφείλοντας ἀποδοῦναι τὴν ἀντιφώνησιν αὐτῶν, εἰ δόξῃ τινὰ ἀποδρᾶσαι ἐξ αὐτῶν, πέμπων πρὸς ἡμᾶς τὸ κατάγραφον τῆς ὀνομασίας καὶ πατρωνυμίας καταχωρίους τῶν αὐτῶν ναυτῶν καὶ τεχνιτῶν, φανεροποιῶν ἡμῖν ἐν τῷ αὐτῷ καταγράφῳ τοὺς ἐξελθόντας ὑπὲρ τῶν ἰδίων χωρίων καὶ τοὺς μισθωθέντας ὑπὲρ ἑτέρων, καὶ εἴ τι ἐδόθη ὑπὲρ τῶν αὐτῶν ὑπὲρ μισθοῦ, μὴ ἐκδίδους τινὶ τὸ κεφάλαιον αὐτῶν, ἀλλὰ …ἀποστέλλων· τὰς δὲ δαπάνας τὰς ταγείσας διὰ τῆς διοικήσεώς σου ἀπόστειλον εἰς πλῆρες πεποιημένας, τυπώνων ἐπάνω αὐτῶν ἀνθρώπους χρησίμους πιστούς τε καὶ εὐπόρους μαρτυρῶν …σαι ὑπὲρ ἑτέρων πιστῶν καὶ μὴ εἶναι αὐτοὺς φυρατὰς ἢ ῥᾳδιουργούς, καὶ ἐπίτρεψον αὐτοῖς πληρωθῆναι τὴν τοιαύτην δαπάνην ἐκ τῶν χωρίων μετὰ τοῦ φόβου τοῦ θεοῦ …ὅρῳ δικαίῳ καὶ σταθμῷ ἴσῳ …πρακτηθῆναί τινὰ ἐν τῇ τοιαύτῃ διαστολῇ διὰ τὴν διοίκησίν σου καὶ ἐπισυναπτομένων …πάντων διὰ σεαυτοῦ μὴ καταθαρρῶν τινί. καὶ αὐτῶν εἰς πλῆρες ὑποδεχομένων τὴν τοιαύτην δαπάνην ὡς εἴρηται ἐκ τῶν χωρίων κατασκεύασον ποιῆσαι αὐτοῖς ἀποδείξεις ὑπὲρ αὐτῆς, γράφων ἡμῶν τὸ ἴσον τῆς παραδοθείσης δαπάνης ἑκάστῳ πιστικῷ καὶ πέμπων. μὴ εὕρωμέν σε δὲ πέμψαντα ἀπαργυρισμὸν τὸ σύνολον ὑπὲρ …τοιου …εἰ μὴ αὐτὸ τὸ σωμάτιον· ὑπὲρ τούτων ἀποστρέφοντες ἀποδίδουμέν σοι ἀνταπόδωσιν βλάπτουσάν σε· οὐκ ἔχεις γὰρ ἀφορμὴν τὴν οἵαν οὖν περὶ τοῦ σωματίου. ἐνδρανῶς δὲ ἐνέχθητι εἰς τὸ πρᾶγμα τῶν δαπανῶν, κρατῶν τοὺς τῶν χωρίων ἀποδοῦναι, εἴ τι ἐτάγη διʼ αὐτῶν ἐν εἴδεσιν, ἄνευ μέντοι τοῦ ἑψήματος· τοῦτο γὰρ ὡρίσαμεν σταλῆναι ἐν ἀπαργυρισμῷ πρὸς τὴν ἐντεθεῖσαν διατίμησιν ἐν τοῖς ἡμετέροις ἐνταγίοις· λοιπὸν μὴ πέμψῃς ἕψημα τὸ σύνολον, εἰ μὴ τὸν ἀπαργυρισμόν, οὐ μὴν ἀλλὰ καὶ εἴ τι δʼ ἂν ἀδυνατήσωσιν δοῦναι ἐν εἴδεσιν ἔκ τε τῆς ἁλυκῆς καὶ τοῦ ὄξους, μὴ συγχωρῶν ἀνυσθῆναί τι ἐκ περιττοῦ τῆς θεματισθείσης διατιμήσεως, πέμπων τὸν ἀνυόμενον ἀπαργυρισμὸν ὑπὲρ δαπάνης μετὰ ἀνθρώπου σου πιστοῦ ὀφείλοντος καταβαλέσθαι εἰς πλῆρες καὶ μηδὲν παρέχων τοῖς ὑποδεχομένοις πιστικοῖς τὴν λεχθεῖσαν δαπάνην ὑπὲρ ἀπαργυρισμοῦ, ἀλλὰ τὰ μάλιστα τούτους ἐξασφαλιζόμενος δεόντως διʼ ἐγγράφου ὁμολογίας αὐτῶν καὶ μαρτυρῶν, ὅπως ἰδιοκινδύνως παραδώσωσιν τὸ παραδοθὲν αὐτοῖς, καταχωρίων παριστούντων σοι ἀντιφωνητὰς χρησίμους καὶ εὐπόρους τούτου ἕνεκα.