Ancient Greek
7241.45 to 7241.60
Documentary Papyri, SB 3 7241.45-60
Not analysed yet
μὴ ἀμελῇς δὲ εἰς τὸ ἀποστεῖλαι διὰ πάσης συντομίας, εἴ τι διεστείλαμεν διὰ τῆς διοικήσεώς σου λόγῳ τοῦ αὐτοῦ κούρσου ἀπό τε ναυτῶν καὶ τεχνιτῶν καὶ δαπανῶν· ἐπετρέψαμεν γὰρ τῷ παρόντι ἀποστόλῳ ἡμῶν μὴ ἀποστῆναι ἐκ σοῦ καί ἐστι διὰ σοῦ τί ποτε τὸ καθόλου ἐν λοιπάδι. λοιπὸν μὴ γένηται ἀμέλεια καὶ ὑστερηεθῇ τι· ἔσῃ γὰρ ἐπιστάμενος, ὡς, εἰ ἀπομείνῃ τι ἐν λοιπάδι, μέλλομεν κελεύσει θεοῦ ἀπαιτῆσαί σε αὐτὸ ἐν διπλῇ ποσότητι ὑπὲρ παρακοῆς καὶ καταφρονήσεως. γιγνώσκων τοίνυν, ὡς ἐπισπούδαστόν ἐστι τὸ πρᾶγμα τοῦ τοιούτου κούρσου, ἀμελλητὶ ἐκτέλεσον, μὴ δίδους κατὰ σοῦ τὴν οἵαν οὖν ἀφορμήν. ἐγράφη μηνὸς Τῦβι ιβ, ἰνδικτίωνος η. γνῶσις οὕτως· ναῦται ὀνόματα ξθ ἐκ νομισμάτων ε 𐅵δ μισθοῦ σὺν νομίσματος 𐅵ἀποτροφῆς· τεχνίτης α ἤτοι καλαφάτης νομίσματα ια σὺν νομίσματος 𐅵ἀποτροφῆς. δαπάνης τῶν αὐτῶν ναυτῶν καὶ τεχνίτου ὀνομάτων ο μηνῶν ζ οὕτως· ἐν σίτῳ μηνῶν β ἀρτάβαι ρμ τοῦ ι, ἐν ψωμίοις μηνῶν ε ἀρτάβαι τν τοῦ η· ὀσπρέου ἀρτάβαι πα 𐅷τοῦ ι· ἐλαίου μέτρα μθ τοῦ μέτρου νομίσματος γ ιβ· ὄξους μέτρα μθ τοῦ ι· ἁλυκῆς κόλλαθα ρκβ 𐅵τοῦ κ. δαπάνης μάχων σίτου ἀρτάβαι τ τοῦ ι· ὀσπρέου ἀρτάβαι ρ τοῦ ι· καὶ ὑπὲρ ἑψήματος μέτρα σμϛ ἐκ νομίσματος δ νομίσματα ξα 𐅵.