Ancient Greek
SB 3 7258
Documentary Papyri, SB 3 7258
Not analysed yet
Τεῶς Ὀννώφρι τῷ πατρὶ πλεῖστα χαίρειν. μετέλαβον φάσιν, ὅτι ὁ ἐν τῆι Ἀκώρι κεντυρίων ἀπέσταλκεν ἐπὶ τοὺς ἱερογλύφους. ἐὰν οὖν εἰδῇς, ὅτι ἀληθές ἐστιν, πέμψον μοι φάσιν, εἰ ἡμεῖς ἀναβῶμεν ἢ μείνωμεν. ἐρωτηθεὶς οὖν τάχιον πέμψον μοι ἀντιφώνησιν· καὶ περὶ τῶν ἱερέων …ταθην· ἀσπάζου τοὺς ἀδελφοὺς …. ἔρρωσο. …,μηνὸς Δομιτιανοῦ ιϛ. Ὀννώφρι.