Ancient Greek
SB 24 15908
Documentary Papyri, SB 30 17409
Not analysed yet
τὸ δίκαιον τοῦ ἁγίου τόπου ἄπα Μιχαὴλ τῆς Ἀνταιοπολιτῶν διὰ ἐμοῦ Ἁραοῦτος πρεσβυτέρου καὶ οἰκονόμου τῷ θαυμασιωτάτῳ Φοιβάμμωνι Τριαδέλφου· ἔσχον καὶ πεπλήρωμαι παρὰ σοῦ τοῦ φόρου τῶν ὑπὸ σὲ ἀρουρῶν τοῦ προκειμένου ἁγίου τόπου κανόνος …ἰνδικτίονος ἔν τε σίτῳ καὶ κριθαῖς κατὰ τὴν δύναμιν τῆς σῆς μισθώσεως ἐκ πλήρους καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι ταύτην τὴν πληρωτικὴν ἀποχὴν ὡς πρόκειται. τὸ δίκαιον τοῦ προκειμένου ἁγίου τόπου δι’ ἐμοῦ Ἁραοῦτος πρεσβυτέρου καὶ οἰκονόμου στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Κωσταντῖνος Πινουτίωνος διάκονος τοῦ αὐτοῦ τόπου μαρτυρῶ ταύτῃ τῇ ἀποδείξει ὡς πρόκειται.