Ancient Greek
SB 26 16530
Documentary Papyri, SB 30 17410
Not analysed yet
τὸ δίκαιον τοῦ ἁγίου τόπου ἄπα Μιχαὴλ τῆς Ἀνταίου διὰ ἐμοῦ Ἁραοῦτος πρεσβυτέρου καὶ οἰκονόμου τῷ θαυμασιωτάτῳ Φοιβάμμωνι Τριαδέλφου· ἔσχον καὶ πεπλήρωμαι παρὰ σοῦ τοῦ φόρου τῶν ὑπὸ σέ ἀρουρῶν τοῦ προκειμένου ἁγίου τόπου ἔν τε σίτῳ καὶ κριθαῖς κανόνος ἰνδικτίονος ἐκ πλήρους καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι ταύτην τὴν πληρωτικὴν ἀποχὴν μεθ’ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. τὸ δίκαιον τοῦ προκειμένου ἁγίου τόπου δι’ ἐμοῦ Ἁραοῦτος πρεσβυτέρου καὶ οἰκονόμου στοιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται. Κωσταντῖνος διάκονος τοῦ αὐτοῦ στoιχεῖ μοι ἡ ἀποχὴ ὡς πρόκειται.