Ancient Greek
SB 30 17514
Documentary Papyri, SB 30 17514
Not analysed yet
Θέτις Νηρείδι τῇ ἀδελφῇ πολ -λὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι εὐχομένη σου τὰ κάλλιστα. ἀσπάζου Εκ…ο…ον, ἀσπάζου τοὺς ἐν οἰκίᾳ πάντας. ἐρρῶσθαι σε εὔχομαι. ἀπόδος Νηρείδι ἀπὸ Θέτις.