Ancient Greek
SB 30 17541
Documentary Papyri, SB 30 17541
Not analysed yet
Σερουίῳ Σουλπικίῳ Σερήνῳ ἐπιτρόπῳ Σεβαστοῦ παρὰ …ᾶτος ἐπιμελητοῦ ὑδρευμάτων. γιγνώσκειν σε θέλω, κύριε, κατὰ τὴν συνταγήν σου κατεληλυθέναι εἰς τὸ ὕδρευμα καὶ ὀρωρυχέναι ὀλίγον τι καὶ ὑπηντηκέναι μοι ὄρος σκληρὸν ὅ τι ἀποτέτριφε καὶ τὰ σιδήρια. γίγνωσκε οὖν, κύριε, μόγις τὸ τρίτον διδὸν αὐτὸ οὗ ἐδίδι ὕδατος· διὸ παρακαλῶ σε, ἐάν σου τῇ τύχῃ δοκῇ, ἐκπέμψαι μοι χαλκέα καὶ στομώματος ἐλάσματος μνᾶς δεκαπέντε καὶ ἀνθρώπους δτοὺς δυναμένους ἐκ τῆς φαμιλίας, ὧν τὰ ὀνόματα· Ἰοῦστος, Κρητικός, Αλαφθαν, Γλαύκων …