Ancient Greek
SB 30 17583
Documentary Papyri, SB 30 17583
Not analysed yet
…ὑπέρ τε χρυσοκοσμαίων καὶ ἱματίων χρυσοῦ νομίσματα ἑκατὸν …τῇ σφραγῖδι τοῦ Ἀρσινοΐτου, γίνεται χρυσοῦ νομίσματα ρ ζυγῷ αρ… καὶ εἰς ὑπηρεσίαν …περεξοπ… δούλην Μαύραν μίαν τὸ ὄνομα ἔχουσαν παιδ… καὶ Μέγας ὁ λαμπρότατος ἐντεῦθεν ἤδη ὑπὲρ μὲν ἀρραβῶνος χρυσοῦ νομίσματα δέκα τέσσαρα ῥυπαρά, γίνεται χρυσοῦ νομίσματα ιδ ῥυπαρὰ μόνα, κέρδος ταύτης τῆς κόρης καὶ ὑπὲρ δωρυφίου ἤτοι ἕδνου χρυσοῦ νομίσματα …ῥυπαρά, γίνεται χρυσοῦ νομίσματα …ῥυπαρὰ μόνα, κέρδος ἐσόμενα Χριστοδότῃ τῇ σὺν θεῷ ἐσομένῃ αὐτοῦ συμβίῳ. ἔτι μὴν ὁμολογεῖ προσενεγκεῖν καὶ τὸ ἰσόπροικον τῶν προσενεχθέντων παρὰ τῆς αὐτῆς μητρὸς Καλῆς νομισμάτων ἑκατὸν ἐν πράγμασιν. τούτων τοίνυν δοξάντων ἡμῖν καὶ ἑκατέρῳ μέρει συναρεσθέντων ἐπὶ τὸ παρὸν ἦλθον γαμικὸν καὶ προικῷον συνάλλαγμα δι’ οὗ ὁμολογεῖ ὁ μὲν προρηθεὶς λαμπρότατος Μέγας ἔχειν τὴν αὐτὴν θυγατέρα παρθένον τῆς αὐτῆς Καλῆς ἰδίαν καὶ νομίμην γυναῖκα καὶ τρέφειν καὶ ἐνδύειν κατὰ τὰς αὐτοῦ δυνάμεις καὶ μὴ …εἰς αὐτὴν διαπράξασθαι, ἀλλὰ πάντα τὰ πρέποντα ἐλευθέραις γυναιξὶν παρὰ ἀνδράσι σεμνοῖς ἐνδείξασθαι εἰς αὐτήν, πρὸς τὼ καὶ αὐτὴν ἀγαπᾶν καὶ θάλπειν καὶ θεραπεύειν αὐτὸν Μέγαν τὸν λαμπρότατον αὐτῆς σὺν θεῷ ἐσόμενον σύμβιον, ὑπακούειν δὲ αὐτῷ καθὰ τῷ νόμῳ καὶ τῇ ἀκουλουθίᾳ συμβαίνει. οἱ δὲ ὡς εἰκὸς συμβησόμενοι κάσοι διαβεβαιωθήσονται 24. πρὸς τὰ δοκοῦντα τοῖς καλῶς καὶ εὐσεβῶς κειμένοις νόμοις, καὶ ὅτι πάντα τὰ προγεγραμμένα οὕτως δώσωσιν ποιήσωσιν πληρώσωσιν φυλάξωσιν πέρατι παραδώσωσιν, ἐπωμόσατο ἑκάτερον μέρος τὴν ἄχραντον καὶ ὁμοούσιον τριάδα. κύρια τὰ παρόντα γαμικὰ καὶ προικῷα συμβόλαια δισσὰ ὁμοτύπως γραφέντα, ὑποθέμενοι ἀλλήλοις ἐπὶ βεβαιώσει αὐτῶν πάντα αὐτῶν τὰ ἄλλα ὑπάρχοντα καὶ ὑπάρξοντα τά τε νῦν καὶ μετὰ ταῦτα ἐσόμενα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης, καὶ ἐπὶ τούτοις καὶ ἐφ’ ἅπασιν τοῖς προγεγραμμένοις ἐπερωτηθὲν ἑκάτερον μέρος ὡμολόγησεν καὶ ἀπέλυσεν. ἀμφότερα δὲ τὰ μέρη ἔσχον ἀνὰ ἕνα χάρτην πρὸς οἰκείαν ἀσφάλειαν. Μέγας ὁ λαμπρότατος νοτάριος καὶ δ…το…ε… καὶ νυμφίος υἱὸς Μηνᾶ τοῦ λαμπροτάτου ἀπὸ Ἰουστινιανοῦ πόλεως τῆς κατὰ Ἀλεξάνδρειαν ὁ προγεγραμμένος ὁμολογῶ θεοῦ προνοίᾳ ἀσπάσασθαι τὸ πρὸς σὲ Χριστοδότην τὴν σὺν θεῷ ἐσομένην μου νύμφην νόμιμον συνοικέσιον, καὶ στοιχῶν ὑπέγραψα χειρὶ ἐμῇ καὶ ἀπέλυσα. Καλὴ μήτηρ Χριστοδότης σὺν θεῷ ἐσομένης νύμφης Μεγάλου τοῦ λαμπροτάτου ἡ προγεγραμμένη στοιχοῦσα τῇ ἀνωτέρω εἰρημένῃ προικὶ τῶν νομισμάτων ἑκατὸν ἀρσατικῶν ὑπέρ τε ἱματίων καὶ κοσμαίων ὡς πρόκειται. ἐγὼ Νεῖλος σὺν θεῷ δημόσιος ταβ… ταύτης τῆς Ἡρακλεοπολιτῶν ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. Θεωνᾶς σὺν θεῷ διοικητὴς υἱὸς τοῦ τῆς μακαρίας μνήμης Παμοῦν ἀφ’ Ἡρακλέους πόλεως μαρτυρῶ τοῖσδε τοῖς γαμικοῖς συμβολαίοις αἰτηθεὶς παρὰ τῶν θεμένων ὡς πρόκειται. Πέτρος ἐνοικιολόγος υἱὸς τοῦ μακαρίου Κυριακοῦ γενομένου πρεσβυτέρου ἀφ’ Ἡρακλέους πόλεως μαρτυρῶ τοῖσδε τοῖς γαμικοῖς συμβολαίοις ἀκούσας παρὰ τῶν θεμένων ὡς πρόκειται. Παῦλος σὺν θεῷ ῥιπάριος τοῦ εὐαγοῦς οἴκου υἱὸς τοῦ μακαρίου Ἀνοῦπ ἀφ’ Ἡρακλέους πόλεως μαρτυρῶ τοῖσδε τοῖς γαμικοῖς συμβολαίοις ἀκούσας παρὰ τῶν θεμένων ὡς πρόκειται χμγ di emu Ε… esemioth