Ancient Greek
SB 30 17584
Documentary Papyri, SB 30 17584
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Μαρκιανοῦ τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησoμένου, Φαρμοῦθι α τῆς ια ἰνδικτίονος. Φλάουιος Φοιβάμμων υἱὸς Μουσῆ ἀπὸ τῆς Θεοδοσίου πόλεως Φλαουίῳ Τιμοθέῳ υἱῷ Πέτρου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἔχειν με καὶ ὀφείλειν σοι εἰς ἀναγκαίαν μου χρείαν ἀργυρίου μυριάδας ἑπτακοσίας πεντήκοντα δηναρίων μυριάδας ψν εἰς τιμὴν σίτου τῇ φαινομένῃ τιμῇ καὶ ἀποδώσω μηνὶ Ἐπείφ καρπῶν τῆς δωδεκάτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάουιος Φοιβάμμων ὁ προκείμενος συμφωνῶ ὡς πρόκειται. Ὡρίων Ματθαίου ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος ἀγραμμάτου ὄντος.