Ancient Greek
SB 30 17666
Documentary Papyri, SB 30 17666
Not analysed yet
……ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἦ μὴν γεωργήσειν καὶ κατασπερεῖν ἀπὸ τοῦ ἐνεστῶτος ιε ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ τῶν περὶ Πτολεμαίδα Μελισσουργῶν τῆς Πολέμωνος μερίδος δημοσίων ἐδαφῶν ὁ μὲν Πετεχῶν Ὥρου τὰς προγεωργουμένας ὑπὸ Φασιύρεως τοῦ Φασιψήμιος ἀπὸ Βορρᾶ ἄρουραν μίαν ἥμισυ καὶ ὁ Πετεσοῦχος Ἀρσενούφεως ὁμοίως ἀπὸ τῶν περὶ τὴν αυτὴν κώμην προγεωργουμένας ἀπὸ τοῦ αὐτοῦ ἄρουραν ἥμισυ, ὥστε εἶναι τὰς τρεῖς πρότερον Φασιύρεως τοῦ Φασιψήμιος, ὑπὲρ ὧν καὶ μετρήσομεν τὰ ἐξακολουθοῦντα κατ’ ἔτος δημόσια ἐκφόρια καὶ τὰς δαπάνας ἀκολούθως τοῖς λοιποῖς συγγεωργοῖς, καὶ οὐκ ἐάσομεν εἰς ἄσπορον, ἢ ἄβροχον ἢ ἔμβροχον, τραπῆναι. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσι δὲ τὰ ἐναντία. ἔγραψεν ὑπὲρ αὐτῶν ὁ τῆς κώμης νομογράφος, ἔτους ιε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αυτοκράτορος, Φαῶφι ιδ.