Ancient Greek
SB 30 17667
Documentary Papyri, SB 30 17667
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους πρώτου α, Τῦβι κδ ἀρχῇ τῆς εὐτυχοῦς ἕκτης ϛ ἰνδικτίωνος, ἐν Λευκογίῳ κτήματι. Αὐρήλιος Ἀπόλλων …τω…π… υἱὸς τοῦ μακαρίου Μηνᾶ, ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τοῦ Λευκογίου κτήματος τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Νααράου τῷ καὶ Παπᾷ υἱῷ τοῦ μακαρίου ἄπα Πνᾶς καὶ αὐτῷ ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς καὶ χρεωστεῖν σοι εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ λίτρας ἥμισυ ζυγῷ ἐσοῦ τοῦ προειρημένου Παπᾶ Ἀλεξανδρείας, χρυσοῦ νομισμάτια μη ζυγῷ σου Ἀλεξανδρείας κεφαλαίου, τὴν δὲ τούτων ἀπόδοσιν καὶ συμπλήρωσιν σοι ποιήσομαι σὺν Θεῷ μου ἐν μηνὶ Μεσορὴ τῆς αὐτῆς ϛ ἰνδικτίωνος ἀτοκεί, παρὰ ταῦτα μηδὲ γενάμενος καὶ μὴ δοῦναί σοι τοῦ εἰρημένου σου χρέους ἀτοκεὶ ἐν τῷ αὐτῷ μηνὶ Μεσορὴ τῆς ϛ ἰνδικτίωνος, ἐξουσίαν σε ἔχειν δικαίῳ ὑποθήκης τὸ πέμπτον μου μέρος ἐν τῷ ἀρτοκοπείῳ καὶ τὸ πέμπτον μέρος εἰς τὴν ἀποθήκην καὶ τὸ αἱροῦν μοι μέρος ἐκ τῶν τετραπόδων, ὥστε σε ταῦτα διακατέχειν καὶ πράττειν ἐπ’ αὐτῶν ἀδεῶς καὶ ἀδιακωλύτως, ἀνεῳγμένου δὲ τοῦ ἀρτοκοπείου εἰς νότον καὶ εἰς βορρᾶν εἰς τὰς δημοσίας ὁδοὺς καὶ τὴν αὐτὴν ἀποθήκην πρὸς νότον βλέπουσαν εἰς τὴν αὐτὴν δημοσίαν ὁδὸν καὶ ἐπὶ τὰ ἀντικρὺ κείμενα μέρη τῆς προειρημένης ἀποθήκης καὶ το… ἀρτοποιίας εἰς τὸ ἴδιον ἀναστέλλεσθαι …τοῦ εἰρημένου χρέους, καὶ μὴ ἐξεῖναί μοι ταῦτα πωλεῖν οἰκονομεῖν ὑποτίθεσθαι ἄχρι συμπληρώσεως …ης ὁμολογίας …γραμμάτιον χρυσοῦ λίτρας ἥμισυ …