Ancient Greek
SB 30 17669
Documentary Papyri, SB 30 17669
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου Τῦβι ζ τῆς παρούσης τρίτης ἰνδικτίωνος ἐν Ἡρακλέους πόλει. τῷ λόγῳ τῆς ἀγάπης τῆς φιλοπονίας τῆς ἁγίας Θεοτόκου Μαρίας Βασιλείου διὰ Μηνᾶ εὐλαβεστάτου πρεσβυτέρου τοῦ ταπεινοτάτου προνοητοῦ ἀφ’ Ἡρακλέους πόλεως Αὐρήλιος Φῖβ υἱὸς Ἥρωνος μητρὸς Μαρίας ποιμὴν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς αὐτῆς φιλοπονίας διὰ σοῦ τοῦ αὐτοῦ εὐλαβεστάτου Μηνᾶ πρεσβυτέρου καὶ προνοητοῦ τὸ διαφέρον αὐτῷ δῶμα τῆς αὐτῆς φιλοπονίας εἰς στάσιν τῶν ἐμῶν προβάτων καθ’ ἑσπέραν ἐφ’ ὃν βούλεσθε χρόνον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἐνοικίου κατʼ ἔτος χρυσοῦ κεράτια δέκα, γίνεται χρυσοῦ κεράτια ι, ὅπερ ἐνοίκιον ἀποδώσωὑμῖν ἐν τέλει ἑκάστου ἔτους ἀνυπερθέτως ἐξ ὑπαρχόντων μου πάντων. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Φῖβ υἱὸς Ἥρωνος ποιμὴν ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ἀ… †μίσθωσις …Φῖβ Ἥρωνος ἀφ’ Ἡρακλέους πόλεως …