Ancient Greek
SB 6 9294
Documentary Papyri, SB 30 17674
Not analysed yet
…Αὐρήλιος Ἀνοῦπ υἱὸς Νειλάμμωνος ἀπὸ ἐποικίου Τουρουβέστεως τοῦ Ἀρσινοΐτου νομοῦ Αὐρηλίῳ Κυρικῷ σιλιγνιαρίῳ υἱῷ …ίου γενομένου …ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν διαφερόντων σοι ἐν πεδίῳ τοῦ ἡμετέρου ἐποικίου ἐν τόπῳ καλουμένῳ Παλλαλιπματοβ ἀρούρας ὅσας ἐὰν ὦσιν, ἀρούρας ὅσας ἐὰν ὦσιν, μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐπὶ χρόνον ὅσον βούλει ἀπὸ καρπῶν καὶ ῥύσεως τῆς σὺν θεῷ εἰσιούσης ἑνδεκάτης ἰνδικτίωνος καὶ ἐκ τῆς περιγιγνομένης ἐξ αὐτοῦ ῥύσεως τοῦ οἴνου διαφέρειν σοι τῷ γεούχῳ μέρη τρία καὶ ἐμοὶ μέρος ἕν, παρέχοντός μου τὰ κοῦφα τῆς ἐμῆς μερίδος καὶ ἐπάναγκες ἐπιτελέσω τὰ πρὸς τὴν αὐτῶν καλλιεργίαν καὶ σκάπτειν με αὐτὸ δεύτερον τοῦ ἐνιαυτοῦ καὶ σὲ τὸ τρίτον. ἔσχον δὲ εἰς ἀπεργασίαν ξοΐδα σιδηρᾶν μίαν. παράσχω δέ σοι τῷ καιρῷ τῆς τρύγης λόγῳ συνηθείας οἴνου παλαιοῦ κοῦρι ἓν καὶ γλεύκους δύο καὶ δελφάκιον ἓν κερατίων δύο κατʼ ἔτος καὶ ἀρκοῦντα ψωμία καὶ ἔλαιον. εἰ δὲ καταφρονήσω τὴν ἀπεργασίαν τοῦ αὐτοῦ χωρίου, ἐξουσίαν σε ἔχειν ἀποβαλέσθαι με δίχα γεωργίας. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνοῦπ υἱὸς Νειλάμμωνος ὁ προκείμενος στοιχεῖ μοι πάντα ὡς πρόκειται. di emu Cosma esemioth μίσθωσις ἀρουρῶν ὅσων ἐὰν ὦσιν, ἐν πεδίῳ ἐποικίου Τουρουβέστεως ὑπὸ Αὐρηλίου Ἀνοῦπ υἱοῦ Νειλάμμωνος εἰς Αὐρήλιον Κυρικὸν σιλιγνιάριον.