Ancient Greek
SB 24 16222
Documentary Papyri, SB 30 17676
Not analysed yet
κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν νεομηνία Μεσορὴ καταλαβὼν τὴν πόλιν χάριν τοῦ στόλου ὁ ἐνδοξότατος σκρίβων ηὑρέθη πρὸς τὸν πανεύφημον πατρίκιον καὶ ἐζήτησεν ἐμποδίσαι ὅλον τοῦ στόλου, καὶ πολλὰ ποιήσας ὁ πανεύφημος πατρίκιος ἀπέλυσεν ἐννέα πλοῖα, τὰ δὲ τρία πλοῖα τοῦ σίτου ἐκράτησεν. ἔμελλεν γὰρ καὶ τὸν μειζότερον Μηνᾶν τῆς ἐξουσίας ὑμῶν ἔμελλεν οἵαν ἦν διʼ ἣν αἰτίαν ἀγνοῶ. ἰδοὺ δὲ καὶ γράμματα ἐποίησεν ὁ πανεύφημος πατρίκιος πρὸς τὸν ἐμὸν ἀγαθὸν δεσπότην. εἶπον δὲ καὶ τοῦ κόμιτος Λικινιανοῦ τὸ πρᾶγμα καὶ πάντων τῶν ἀνθρώπων τοῦ πανευφήμου πατρικίου. Ἀβραάμιος δὲ καὶ Ψάτης οἱ κατάστατοι ἔρχονται εἰς τὰ ἴχνη τοῦ ἐμοῦ δεσπότου καὶ ὅλον τὸ πρᾶγμα λέγει ὑμῖν. ἀπέδωκα δὲ καὶ τὰ γράμματα τοῦ κόμιτος Μηνᾶ, οὐδὲ αὐτὸς προῆλθεν οὔτε τίποτε ἐδύνατο ποιῆσαι ἱσταμένου τοῦ πανευφήμου πατρικίου, δέσποτα. ἰδίῳ ἐμῷ ἀγαθῷ δεσπότῃ …μπ τ… προστάτῃ …