Ancient Greek
SB 30 17692
Documentary Papyri, SB 30 17692
Not analysed yet
Θεοδώρωι ἐπιμελητῆι παρὰ Ἀπολλοδότου καὶ Διονυσίου τῶν ἐπέργων τῶν συνεξειληφότων τὴν …ξ ἐπὶ τὴν ἕκτην τοῦ ῥόδου καὶ λευκοίου καὶ τῶν ἑτέρων στεφανωμάτων εἰς τὸ ι ἔτος. ἀδικούμεθα ὑπὸ Φίλωνος ἀρχιφυλακίτου τῆς Πολέμωνος μερίδος κατοικοῦντος Κροκοδείλων πόλιν τοῦ Ἀρσινοίτου νομοῦ. ὑπάρχοντος γὰρ αὐτῶι ῥοδῶνος περὶ Ἀρσινόην τῆς Θεμίστου μερίδος εκ… ε δι’ αὐτὸν ὑ… διαγραψάμενον καὶ συν…μ…σ… τὴν ἀπόμοιραν …οδου …προστ… νην… τοῦ ῥόδου …ουνει… γραμμ… μενα… μαυτ… ταδε… των χρ… μενα… ε… εἰς κρίσιν μεταπεμψάμενοι τὸν Φίλωνα ἐπισκέψωνται καὶ ἂν ᾖ ἃ γράφομεν ἀληθῆ πραχθῆναι αὐτὸν τὸ κατὰ πρόσταγμα ἐπίτιμον δράχμας Ϛ καὶ τοῦτο διαγραφῆναι εἰς τὸ βασιλικὸν ὑπὲρ ἡμῶν εἰς τὴν ὠνήν. τοῦ …δὲ γενομένου ἐσόμεθα τῆς πάσης βοηθείας καὶ δικαίου τετευχότες, τῶν τε εἰς τὸ βασιλικὸν ἀνηκόντων οὐθὲν μὴ διαπέσῃ. εὐτύχει …