Ancient Greek
SB 30 17693
Documentary Papyri, SB 30 17693
Not analysed yet
Ἡγησάνδρωι ἐπιστάτηι παρὰ Ἐμπεδίωνος. ἀδικοῦμαι ὑπὸ Ἰμούθου. τοῦ γὰρ πατρὸς μου τελευτήσαντος ὑπὸ ληιστῶν, καὶ ἑνὸς αὐτῶν, Σεύθου, ἐξενέγκαντος συγγραφὴν δανείου δράχμῶν ξ κατὰ Ἰμούθου τοῦ προγεγραμμένου, ἀποδίδωσιν αὐτῶι ἐνώπιον Ἁρψάλιος καὶ Παῦτος, λαβὼν δραχμὰς ις. ἀξιῶ οὖν σε ἀνακαλεσάμενον τόν τε Ἰμούθην καὶ Ἁρψάλην καὶ Παῦτον …,καὶ ἐὰν ᾖ τὰ διὰ τοῦ ὑπομνήματος ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιόν μοι ποιῆσαι. τούτου δὲ γενομένου, τεύξομαι τῆς παρὰ σοῦ φιλανθρωπίας. ἔρρωσο. Ἡγησάνδρωι