Ancient Greek
17708.1 to 17708.12
Documentary Papyri, SB 30 17708.1-12
Not analysed yet
ἀντίγραφον πράσεως Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ κα. λέγει Ὧρος Στοτοήτιος τοῦ Στοτοήτιος μητρὸς Ταοννώφριος λεγο ὁμολογ… Στοτοῆτι Σαταβοῦτος τοῦ Ἑριέως νεωτέρου μητρὸς Θαήσιος. πέπεικάς με ἀργυρίωι τῇ τιμῇ τοῦ ὑπάρχοντός μοι δεκάτου μέρους ἀπὸ μερῶν πέντε οἰκίας ἀνῳκοδομημένης ἐστεγασμένης τεθυρωμένης μονοστέγου καὶ δεκάτου μέρους αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους κοινῶν καὶ ἀδιαιρέτων καὶ δεκάτου μέρους ψιλοῦ τόπου ἐν β σφραγῖσι καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἀπὸ νότου καὶ ἀπηλιώτου μέρους τῆς κώμης Σοκνοπαίου θεοῦ μεγάλου τῆς Ἡρακλείδου μερίδος πρὸς Μοίρι τῇ πρὸς Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου· μέτρα ὅλων ἢ ὅσων ἐὰν ὦσι. γείτονες τῆς α σφραγῖδος νότου Πισάιτος Σαταβοῦτος οἰκία, νυνὶ δὲ τῶν τέκνων καὶ Στοτοήτιος τοῦ προγεγραμμένου αὐλή, δι’ ἧς εἴσοδος καὶ ἔξοδος κοινή· βορρᾶ Θαυβάστιος οἰκία καὶ αὐλή, λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί· τῆς δὲ β σφραγῖδος, ὅ ἐστιν δέκατον μέρος ψιλοῦ τόπου, νότου καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, βορρᾶ Καλατύτιος τοῦ Ὀννώφριος οἰκία, λιβὸς Τααίπιος οἰκία καὶ αὐλή, ὧν τὰ μέτρα καὶ αἱ γειτνίαι διὰ τῶν οἰκονομιῶν δεδήλωνται, ὅ ἐστιν δέκατον μέρος μητρικῆς οἰκίας καὶ αὐλῆς καὶ ψιλοῦ τόπου Ταοννώφριος τῆς μητρός. καὶ ἀπέχω τὴν τιμὴν ἐκ πλήρους καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις, καὶ μηδενὶ ἐξέστω ἀθετῆσαί τι τῶν προγεγραμμένων ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον. βεβαιώσω πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς εἴδους. ἀντίγραφον ὑπογραφῶν. Ὧρος Στοτοήτιος μητρὸς Ταοννώφριος ὁμολογῶ πεπρακέναι Στοτοήτι Σαταβοῦτος μητρὸς Θαήσιος δέκατον μέρος μητρικῆς οἰκίας καὶ αὐλῆς ἀπὸ λιβὸς μέρους καὶ δέκατον μέρος ψιλοῦ τόπου ἐν β σφραγῖσι κοινῶν καὶ ἀδιαιρέτων καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου, ὧν γείτονες τῆς μὲν α σφραγῖδος νότου Πισάιτος οἰκία, ἧς νῦν κρατεῖ τὰ τέκνα, καὶ Στοτοήτιος αὐλὴ, δι’ ἧς εἴσοδος καὶ ἔξοδος κοινή, βορρᾶ Θαυβάστιος οἰκία καὶ αὐλή, λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί· γείτονες τῆς ἄλλης σφραγῖδος νότου καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί, βορρᾶ Καλατύτιος οἰκία, λιβὸς Τααίπιος οἰκία καὶ αὐλή.