Ancient Greek
17708.13 to 17708.17
Documentary Papyri, SB 30 17708.13-17
Not analysed yet
καὶ ἀπέχω τὴν τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται. ἔγραψεν ὑπὲρ αὐτοῦ Κεφαλᾶς Στοτοήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Στοτοῆτις Σαταβοῦτος μητρὸς Θαήσιος ἠγόρακα καθὼς πρόκειται. πρᾶσις καὶ ἀποστασίου δεκάτου μέρους μητρικῆς οἰκίας μονοστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς λίβα μέρους καὶ δεκάτου μέρους ἄλλου ψιλοῦ τόπου περιτετειχισμένου ἐν β σφραγῖσι κοινῶν καὶ ἀδιαιρέτων καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ Ἡρακλείδου, ὧν γείτονες ὅλων ἢ ὅσων ἐὰν ὦσι καθότι πρόκειται, καὶ ἀπέχει τιμὴν ἐκ πλήρους καὶ …υ… ἅς ποιεῖται Στοτοῆτις Στοτοήτιος ὡς ἐτῶν …,οὐλὴ …Στοτοήτι Σαταβοῦτος ὡς ἐτῶν …,οὐλὴ γόνασι ἀμφοτέροις. ὑπογραφεὺς τοῦ ἀποδομένου Κεφαλᾶς Στοτοήτιος ὡς ἐτῶν λη οὐλὴ ὀφρύι ἀριστερᾷ. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Φαμενὼθ κα. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.