Ancient Greek
SB 4 7331
Documentary Papyri, SB 4 7331
Not analysed yet
Ἡρακλείδης …ῳ τῷ φιλτάτῳ χαίρειν. ὃ διεπέμψω μοι ἐπιδόσιμον, ἀναδέδωκα τῷ γραμματεῖ τοῦ στρατηγοῦ καὶ ἐκομισάμην τὸ πρῶτον καὶ τὴν ὑπογραφήν σου. λοιπὸν οὖν παράγγειλον τοῖς πρεσβυτέροις, μὴ ἔχειν πρᾶγμα πρὸς τὸν ἄνθρωπον τοῦτον. ἔστι δὲ ὁ ἀναδοθεὶς ἀντὶ αὐτοῦ εἰς τὴν χρείαν Ἀπόλλων Νεμεσίωνος τοῦ Ἡρακλέους, μητρὸς Τααρπαῆσις. ἔρρωσο.