Ancient Greek
SB 4 7333
Documentary Papyri, SB 4 7333
Not analysed yet
Α…ῳ Λογγινίῳ Λογγίνῳ τῷ καὶ Ἀπολλωνίῳ ἱερεῖ, ἐξηγητῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἰσιδώρας τῆς Ἀπολλωνίου ἀστῆς μετὰ κυρίου τοῦ ἐπισυμβιώσαντος αὐτῇ ἀνδρὸς Ἀγαθοῦ Δαίμονος τοῦ Ἀμμωνίου τοῦ Θεοξένου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως τῶν τὸ ὀκτωκαιδέκατον ἔτος θεοῦ Αἰλίου Ἀντωνίνου ἐφηβευκότων. βουλομένη εἰσκρῖναι εἰς τοὺς τὸ εἰσιὸν ἕβδομον καὶ εἰκοστὸν ἔτος Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρετανικοῦ ἐφήβους τὸν γεγονότα μοι ἐκ Θέωνος Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως τῶν τὸ τρεισκαιδέκατον ἔτος θεοῦ Αἰλίου Ἀντωνίνου ἐφηβευκότων, ὃς μετήλλαχεν, υἱὸν Δίδυμον ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι λαβοῦσι μου χειρογραφίαν περὶ του ἀληθῆ εἶναι τὰ προκείμενα εἰπεῖν, οἷς καθήκει χρηματίζειν μοι τελιούσῃ τὰ πρὸς τὴν εἴσκρισιν καὶ ἐφηβείαν τοῦ προγεγραμμένου μου υἱοῦ Διδύμου γράμματα, ἔπειτα τῷ τε κοσμητῇ καὶ τῷ γυμνασιάρχῳ τοῖς οὖσι προσδέξασθαι αὐτὸν εἰς τοὺς ἐφήβους ἵνʼ ὧ …