Ancient Greek
SB 4 7335
Documentary Papyri, SB 4 7335
Not analysed yet
Κλαύδιος Ἀγαθὸς Δαίμων Σαραπίωνι τῶι φιλτάτωι χαίρειν. διερχόμενος εἰς Θηβαΐδα ἀσπάζομαί σε ἥδιστα, γλυκύτατε Σαραπίων, καὶ παρακαλῶ σε τὸ αὐτὸ ποιεῖν καί, ἐάν τινος χρεία ἦν σοι ἀπὸ Θηβαΐδος, προτρέπομαί σε γράψαι μοι ἥδιστα ποιήσοντι. ἐρρῶσθαί σε εὔχομαι διὰ παντὸς σὺν τοῖς τέκνοις. ἔρρωσο Σαραπίωνι κοσμητῇ Ἑρμοπολείτου.