Ancient Greek
7404dupl.1.1 to 7404dupl.2.40
Documentary Papyri, SB 4 7404dupl.1.1-7404dupl.2.40
Not analysed yet
…ριν… καὶ ἐπὶ τῆς ἀνακτήσεως …Αὐτοκράτορος Καίσαρος Τραιανοῦ …Ἡρακλείδην τὸν καὶ Οὐαλέριον καὶ Λυσίμαχον ἀμφοτέρους …Σαραπίωνι Ἡρακλείδου Εὐανγέλου …σος τὸν πατέρα αὐτοῦ Πάτρωνα …μηνὶ Ἐπὶφ καὶ μείναντα ἐν τῇ τάξει …παραλαβόντα παρὰ τῶν πρὸ αὐτοῦ βιβλιοφυλάκων …τεταγμένω… δὲ κοινωνόν· …Σουλπικίῳ Σιμίλι τῶι ἡγεμονεύσαντι τῷ …τῶν πρὸ αὐτοῦ τετελευτηκότων καὶ ἀξιοῦντα …Λεωνίδηι …εἰς τὴν …τηδι…νει…του …ημ… γίνεσθαι …βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου καὶ τοῦ Πάτρωνος, ὧν τὴν σύνοψιν οὐκ ἐλλογήσει εἰς τὸ διδόμενον δαπάνημα, καὶ τοῦ Δημητρίου μεταπερισπασθέντος εἰς δημοσίαν χρείαν τὸν μετὰ τὸν Ἀπολλώνιον στρατηγὸν Σαραπίωνα ἐπεσταλκέναι Ἰσιδώρωι γεγυμνασιαρχηκότι τὰ αὐτὰ ἀπαρτίσαι· διʼ οὗ ἑστάσθαι τὴν εἰς τὴν συνκόλλησιν δαπάνην τῶν ὑπὸ τῶν πατέρων ἡμῶν παραλημφθέντων, ἐφʼ οὗ καὶ τὸν Λεωνίδην ὑπεσχῆσθαι ποιήσειν, ὅπερ δαπάνημα ἀποδεδωκέναι τῷ Λεωνίδηι, οὗ καὶ ἀποχὴν ἐσχηκέναι ἐπὶ τοῦ ιη ἔτους μηνὸς Φαμενώθ, ὡς κατὰ ταῦτα δεῖν Ἁρποκρατίωνα καὶ Ἀκουσίλαον τοὺς τοῦ γραμματέως Λεωνίδου κληρονόμους τὰ ζητούμενα ἀπαρτίσαι κατά τε τὰ συμφωνηθέντα πρὸς τὸν πατέρα αὐτῶν καὶ τὰ κεκριμένα. Ἁρποκρατίωνος καὶ Ἀκουσιλάου διὰ τῶν παρʼ αὐτοῖς συνηγορούντων Γαίου καὶ Πασίωνος ῥητόρων εἰπόντων τὸν πατέρα αὐτῶν Λεωνίδην γραμματέα γεγονέναι τῶν βιβλιοφυλάκων ὀψωνίου καὶ μὴ δεῖν αὐτὸν ἐνέχεσθαι παραδόσει, πάντα μέντοι τὰ βιβλία παραδεδόσθαι ἔξω ἀνάρχων καὶ διεφθορότων καὶ σητοβρώτων, ἅπερ τὸν πατέρα αὐτῶν παρειληφέναι παρὰ κληρονόμων Προτογένους καὶ Ἰσιδώρου γεναμένων βιβλιοφυλάκων Σουλπικίου Σιμίλεως τοῦ ἡγεμονεύσαντος οὕτως παρειληφέναι κελεύσαντος, τὴν δὲ παράληψιν γεγονέναι κινδύνωι τῶν αὐθεντῶν κρίναντος τοῦτο διʼ ὑπομνηματισμῶν Λεωνίδου τοῦ στρατηγήσαντος· Ἀπολλώνιος· ἀνάγνωτέ μοι τὸ ἀχθὲν τῷ κρατίστῳ ἡγεμόνι ἐν διαλογισμῶι εἶδος. ἀναγνωσθέντος Ἀπολλώνιος· ἀνάγνωτέ μοι καὶ τοὺς Ἀπολλωνίου καὶ Λεωνίδους ὑπομνηματισμούς. ἀναγνωσθέντος ἑνὸς μὲν Λεωνίδους ἐπὶ τοῦ ιβ ἔτους Φαμενὼθ λ, διʼ οὗ τοῦ Λεωνίδου ἐπιζητοῦντος, τίνος κινδύνῳ ὁ Λεωνίδης παραλαμβάνει τὰ βιβλία ὁ στρατηγὸς ἀπεφήνατο οὕτως· πυνθανόμενος ἀμέλειαν σεαυτοῦ ὑποφαίνεις· πρότερον οὖν τῷ σεαυτοῦ παραλήμψῃ, εἶτα καὶ τῷ τοῦ βιβλιοφύλακος· ἑτέρου δὲ ἐπὶ τοῦ αὐτοῦ ιβ ἔτους, Παῦνι κβ, διʼ οὗ ἀπεφήνατο οὕτως· περίσσως τοὺς αὐθέντας ἐπιζητεῖς ἔχοντάς σε ἀποδεδειγμένον γραμματέα· εἰς τοῦτο γὰρ κατεστάθης, ἵνα κινδυνῷ αὐτῶν ἅπαντα διοικῇς, ἐγώ σοι καὶ πρότερον παρήγγειλα καὶ νῦν παραγγέλλω παραλαμβάνειν τὰ βιβλία, ἐφʼ ἧς ἐστιν διαθέσεως· ἵνα δὲ μὴ παρενθυμηθῇς, χειρογράφησον οὕτως ποιήσειν. καὶ ἐξῆλθεν Σαραπίων ὑπηρέτης. καὶ Ἀπολλωνίου γενομένου στρατηγοῦ ὑπομνηματισμοῦ ἐπὶ τοῦ ιζ ἔτους, μηνὸς Καισαρείου κβ, διʼ οὗ