Ancient Greek
7404dupl.2.41 to 7404dupl.3.64
Documentary Papyri, SB 4 7404dupl.2.41-7404dupl.3.64
Not analysed yet
ἀπεφήνατο οὕτως· εἰ πρώτως ἐγὼ τοῦ πράγματος ἤκουον, ᾔδειν, τί με δεῖ στῆσαι· ἐπεὶ δὲ ὁ πρὸ ἐμοῦ στρατηγὸς Ἀπίων διαγιγνώσκων μεταξὺ τοῦ γραμματέως Λεωνίδου καὶ τῶν περὶ τὸν Ἡρακλείδην ἠθέλησεν τὸν μὲν Λεωνίδην τὴν παράδοσιν τῶν βιβλίων ποιήσασθαι μὴ λαμβάνοντα σαλάριον παρὰ τῶν μεθεσταμένων βιβλιοφυλάκων ἐν ὧι χρόνωι ἡ διακόλλησις γείνηται καὶ ἡ παράδοσις, τὴν δὲ εἰς τὴν συνκόλλησιν δαπάνην εἶναι πρὸς τοὺς αὐθέντας βιβλιοφύλακας· καὶ μετὰ ταῦτα ὁ κράτιστος ἡγεμὼν Ῥουτίλιος Λοῦπος ἐν διαλογισμῷ τοῦ πράγματος ἀκούσας, Ἀπίωνος ἀνενεγκόντος αὐτῶι περὶ τούτου ἀπεφήνατο τὰ μὲν ἕτοιμα παραδιδόναι τὸν Λεωνίδην, περὶ δὲ τῶν λοιπῶν διαγνῶναι τὸν Ἀπίωνα, ὁπότερον δʼ ἂν μέρος τῶν διαδικαζομένων παρέλκῃ τὸ πρᾶγμα, γραφῆναι αὑτῶι, ἵνα ζημιωθῇ, καὶ τοῦτον τὸν ὑπομνηματισμὸν σὺν καὶ τῇ γραφείσῃ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος ἐπιστολῆι τοῖς τῶν τριῶν μερίδων στρατηγοῖς ἐπέστειλέν μοι, δοκεῖ μοι περὶ μὲν τῆς ἀμελείας τοῦ προτέρου χρόνου κοινῇ διασκέψασθαι σὺν καὶ τοῖς τῶν ἄλλων μερίδων στρατηγοῖς, ἐπεὶ κοινῆι τοῖς τρισὶν ἐγράφη, ἵνα δὲ ἀπὸ τοῦ νῦν μηδεμία πρόφασις μηδετέρῳ μέρει διολκῆς καταλείπηται, ἐντεῦθεν τῶν μηδέπωι παραδεδομένων βιβλίων συνοψισθῆναι τὴν εἰς τὴν συνκόλλησιν δαπάνην ὑπὸ Δημητρίου γεγυμνασιαρχηκότος, καὶ τοὺς μὲν κληρονόμους τῶν βιβλιοφυλάκων τὸ προσφωνηθησόμενον ὑπὸ τοῦ Δημητρίου ἀνάλωμα εὐθέως τῷ Λεωνίδῃ ἀποδοῦναι, τὸν δὲ Λεωνίδην δίχα πάσης ὑπερθέσεως παραδοῦναι τοῖς νυνὶ βιβλιοφύλαξιν τὰ βιβλία. Ἀπολλώνιος· περὶ ὧν παρείληφεν ὁ Λεωνίδης δίχα τοῦ πατρὸς τῶν περὶ τὸν Ἡρακλείδην καίτοι διαστολικὸν εἰληφὼς ὥστε μηδὲν δίχα τούτου παραλαμβάνειν; τί σοι δοικεῖ; Πασίων· διʼ ἑαυτοῦ οὐδὲν παρέλαβε. Ἀπολλώνιος· ὅσα παρεδόθη τῷ πατρὶ τῶν ἡμετέρων, τούτοις αὐτὸς ὁ πατὴρ ὑπέγραψεν, τὰ δὲ λοιπὰ διʼ ἑαυτοῦ οὗτος παρέλαβεν. ὁ στρατηγὸς Δημήτριος ὁ μέλλων τὴν σύνοψιν τῆς εἰς τὴν συνκόλλησιν δαπάνης ποιεῖσθαι ἐπιγνώσεται δὲ εἴ τινα παρέλαβεν βιβλία ὁ Λεωνίδης δίχα τοῦ Ἡρακλείδου καὶ τοῦ Πάτρωνος καὶ τούτων τὴν σύνοψιν οὐκ ἐνλογήσει τοῖς κληρονόμοις τῶν αὐθεντῶν βιβλιοφυλάκων.