Ancient Greek
SB 4 7463
Documentary Papyri, SB 4 7463
Not analysed yet
Φ…δεις Πετεαρψενήσιος ὡς ἐτῶν μ οὐλὴ πήχει ἀριστερῷ Φ…δεις Πετεαρψενήσιος προβατοκτηνοτρόφος τοῖς παρὰ Ἀμμωνίου στρατηγοῦ Ἀρσινοίτου· ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν αὐτοκράτορα, εἶ μὴν μὴ ἔχειν σὺν ἐμοὶ Ἐσοῦριν Νεκφερῶτος ποιμένα τῶν ἀπὸ Φιλαδελφέας τῆς Ἡρακλείδου μερίδος καὶ μηδὲν διεψεῦσθαι· εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία· ἔγραψεν ὑπὲρ αὐτοῦ Σαραπίων νομογράφος φαμένου μὴ εἰδέναι γράμματα. ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Χοίαχ ἐννέα καὶ δεκάτηι.