Ancient Greek
SB 4 7464
Documentary Papyri, SB 4 7464trpl
Not analysed yet
Αὐρηλίωι Μαρκιανῶι ἑκατοντάρχωι παρὰ Αὐρηλίου Σαραπίωνος Πάσει ἀπὸ κώμης Φιλαδελφείας· ὕβρεως οὐδὲν οὔτε δεινότερον οὔτε χαλεπώτερον· εἰς τοῦτο γὰρ ἡλικίας ἐλθών, ὀγδοηκοστὸν καὶ πρὸς ἐνιαυτὸν γενόμενος, ἀμέμπτως ὑπηρετῶ ἀραβοτοξότης ὤν· χοίρου υἱὸς ἀποπλανηθείσης τῆς θυγατρός μου ἐν τῇ κώμῃ καὶ ὀνομαζομένης ὡς παρὰ Ἰουλίωι στρατιώτῃ, προσῆλθον αὐτῷ αἰτήσων ὅρκον περὶ τούτου· ὃς λαβόμενός μου τοῦ πρεσβύτου ἐν τῇ κώμῃ μεσούσης ἡμέρας, ὡς οὐκ ὄντων νόμων, πληγαῖς με ᾐκίσατο, παρόντων Νεπωτιανοῦ ἐπιτρόπου τοῦ διασημοτάτου Οὐαλερίου Τιτανιανοῦ καὶ Μαύρου καὶ Ἀμμωνίου ἀραβοτοξοτῶν, ὡς, ἀγανακτησάντων αὐτῶν ἐπιπλησσομένου μου, διαλῦσαι ἡμᾶς, καὶ μόλις ἐπικερδᾶναι ψυχῆς ἐπιβουλήν· ἀναγκαίως τὴν ἐπίδοσιν τῶν βιβλιδίων ποιοῦμαι καὶ ἀξιῶ ἀχθῆναι αὐτὸν πρὸς τὸ τὰ τολμηθέντα ἐκδικίας τυχεῖν καὶ μένει μοι ὁ λόγος· διευτύχει· Σαραπίων ὡς ἐτῶν πδ, οὐλὴ γόνατι δεξιῷ. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Ἁθὺρ κϛ.