Ancient Greek
SB 4 7474
Documentary Papyri, SB 4 7474
Not analysed yet
Αὐρηλίῳ Ἡρακλείδῃ κοσμητεύσαντι τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει παρʼ Αὐρηλίων Πάτρωνος Ἥρωνος, μητρὸς Τεκιάσιος ἀπὸ κώμης Θεαδελφίας καὶ Ἀσόιτος καὶ Ἀτάμμωνος ἀμφοτέρων Παυσίρεως, μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης …τῶν τριῶν. βουλόμεθα μισθώσασθαι παρά σου ἐξ ἀλληλεγγύης ἐπὶ κοινωνίᾳ κατὰ τὸ ἥμισυ μέρος τοῦ λοιποῦ ἡμίσους μέρους ὄντος σοῦ τοῦ Ἡρακλείδου τὰς ὑπαρχούσας σοι περὶ κώμην Τάνιν σιτικὰς βασιλικῆς γῆς ἀπὸ ἀναπαύματος καὶ καλάμης ἐξ ἴσου ἐν τόπῳ Φθ… λεγομένου ἀρούρας πάσας …ἐπὶ τῷ ἡμᾶς πάσας γεωργῆσαι τὰς ἀπὸ σπόρου ἀφωρισμένης τῆς ἀπὸ ἀσπόρου γῆς ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ σπορᾶς τοῦ εἰσιόντος …ἔτους ἐκφορίου …ων μερῶν πρὸς ἀναμέτρησιν σχοινίου ὑπὲρ ἑκάστης ἀρούρης κατʼ ἔτος ἕκαστον ἀσπερμὶ πυροῦ ἀρταβῶν τριῶν ἡμίσους τετάρτου. ἐπὰν δὲ …μου γῆν γεωργήσομεν, δώσομεν σοι ὑπὲρ ἐκφορίου ἑκάστης ἀρούρης κατʼ ἔτος ἕκαστον πυροῦ ἀρτάβας δύο ἥμισυ. ἐὰν δὲ μὴ γεωργηθῇ, …σόμεθα τ… τῷ ἐκφορίῳ …αλλησ…αμ …υ…α… σοῦ τοῦ Ἡρακλείδου χορηγοῦντος εἰς …σον ἡμῖν η…α τὰ σπέρματα βαστα …ὑπὸ σοῦ ἅμα τ… τοῦ ἐκφορίου ἀποδο…ιν ευημ…ειας ἡμῶν δὲ τῶν μισθουμένων ἐπιτελούντων τὰ …κατα …α πάντα …ἀναβολῆς διωρύγων τε καὶ ὑδραγωγῶν καὶ τὰ ἄλλα, ὅσα καθήκει, μέχρι συνκομιδῆς καὶ αὐτῆς τῆς συνκομιδῆς, ἀλλὰ καὶ …ν κατʼ ἔτος ἕκαστον …ενον ὑπὸ …ν χόρτον ἡμᾶς τοὺς μισθωτὰς κόψαι καὶ δῆσαι, ἀλλὰ καὶ σοὶ …νιαυτω …κόψομεν καὶ δήσομεν ἄνευ μισθοῦ μερας …σοῦ τοῦ Ἡρακλείδου παρέχοντος εἰς τὴν κοινὴν ἡμῶν γεωργίαν βοικὰ καὶ ἐργάτην …α ἄλλα ενα… τετράποδα καὶ τροφὰς …καὶ ἡμεῖς …ν ἐν δέοντι καιρῷ …ος ἑκ…ν ἀποδώσομεν ἐκ τοῦ κοινοῦ τοῦ …μένου …ἐφʼ ἅλω μέτρῳ δρόμῳ τετραχοινίκῳ· τὸ δὲ τρίτον …περιλι…θη σ…ν …ν …φο… διαιρησώμεθα ἐξ ἴσου μέρους τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν Ἡρακλείδην καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας τὰς ἀπὸ καλάμης καὶ ἀναπαύματος ὡς καὶ ἡμεῖς παρελάβαμεν καὶ καθαρὰς ἀπὸ θρύου καλάμου …ν ὑπὸ σοῦ ἄλλος γεωργὸς καὶ συνεργάσηται ἐν τοῖς προκιμένοις ἐδάφεσι ἐπὶ τῷ βαστάζειν σὲ τὸν Ἡρακλείδην ἀπὸ τοῦ ἐπιβάλλοντος …ἡμίσους μέρους τὸ ἐπιβάλλον αὐτῷ τέταρτον μέρος τοῦ ἡμίσους μέρους, ὅ ἐστιν ὄγδοον μέρος διὰ τὸ ἐπὶ τούτοις ἡμῖν συντεθεῖσθαι, ἐὰν φαίνηται μισθώσασθαι. Αὐρήλιος Ἡρακλείδης κοσμητεύσας Ἀλεξανδρείας μεμίσθωκα ἐπὶ πᾶσι τοῖς προκιμένοις, ὡς πρόκιται. …