Ancient Greek
SB 4 7469
Documentary Papyri, SB 4 7469
Not analysed yet
δημοσίοις κώμης Θεαδελφείας παρὰ Πατύνεως Πασίωνος ἀπὸ μητροπόλεως. τῇ ι τοῦ ὄντος μηνὸς Μεχεὶρ ἐκλάπη μου τελεία χοιροδέλφαξ ἀξία δραχμῶν ρ· διὸ ἐπιδίδωμι τοῦτο τὸ βιβλίδιον, ὅπως τὴν ἀναζήτησιν ποιήσητε, πρὶν ἢ ἀνενέγκω τῷ ἐπὶ τῶν τόπων ἑκατοντάρχῳ. Πατῦνις ὡς ἐτῶν νε, οὐλὴ …ἀντικνημίῳ δεξιῷ —εἰκονισθεὶς φαμένου μὴ εἰδέναι γράμματα. ἔτους λγ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ια.