Ancient Greek
SB 5 7523
Documentary Papyri, SB 5 7523
Not analysed yet
οἱ σφραγίσαντες ὀμόσαντες τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καλῇ πίστει μαρτυρεῖν τὰ ὑπογεγραμμένα ῥήματα· παρόντες ἐν κώμῃ Φιλαδελφείᾳ τοῦ Ἀρσινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος πρὸς τῷ Καισαρείῳ οὕτως· ἐθεασάμεθα Γάιον Μηούιον Ἀπελλᾶν οὐετρανὸν εἴλης Ἀπριανῆς δερόμενον τοῦ στρατηγοῦ Ἱέρακος κελεύοντος ὑπὸ φυλάκων δύο ῥάβδοις καὶ κόμμασι· διὸ καλῇ πίστει μαρτυροῦμεν θεωρήσασθαι αὐτὸν δερόμενον ἐν κώμῃ Φιλαδελφείᾳ· ἔτει ιϛ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιζ. οἱ σφραγίσαντες ὀμόσαντες τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τύχην καλῇ πίστει μαρτυρεῖν τὰ ὑπογεγραμμένα ῥήματα· παρόντες ἐν κώμῃ Φιλαδελφείᾳ τοῦ Ἀρσινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος πρὸς τῷ Καισαρείῳ οὕτως· ἐθεασάμεθα Γαίον Μηούιον Ἀπελλᾶν οὐετρανὸν εἴλης Ἀπριανῆς δερόμενον ὑπὸ φυλάκων δύο τοῦ στρατηγοῦ Ἱέρακος κελεύοντος ῥάβδοις ……α… Διόδωρος ἐσφράγισα. Ποῦπλις Κορνῆλις Ἀμμ… ἐσφράγισα. Πόπλιος Μηούιος ἐσφράγισα. Μάρκος Ἀντώνιος Διογένης ἐσφράγισα. Μάρκος Ἀντώνιος ἐσφράγισα. …Κορνηλι …ἐσφράγισα.