Ancient Greek
SB 5 7524
Documentary Papyri, SB 5 7524
Not analysed yet
Πολέμων λεσῶνι Σοκνεβτύνεως θεοῦ μεγάλου χαίρειν. ὀρθῶς ποιήσεις ἡμῖν οἴκους τρεῖς καὶ στρώματα καὶ τὰ ἄλλα τὰ καθήκοντα διὰ τὸ παραγίνεσθαι ἡμᾶς σὺν πανοικίᾳ, ὅπως μὴ συμβῆι παραγενηθέντων ἡμῶν ἐξουδενωθῆναι ἔρρωσο. ἔτους λϛ, Φαρμοῦθι ια. …λεσῶνι.