Ancient Greek
SB 5 7528
Documentary Papyri, SB 5 7528
Not analysed yet
Μεγαλωνύμωι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Σαμβᾶ Ἰσᾶ καὶ Σαραπίωνος Ἀπολλωνίου καὶ Ἰσιδώρου Νικάνδρου τῶν γ δημοσίων γεωργῶν μέσου πεδίου Εὐημερείας διὰ τῶν ἀπὸ Θεαδελφείας. ἀπογραφόμεθα κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Καλουισίου Στατιανοῦ βασιλικῆς γῆς ἀρούρας ιθ 𐅵δ ἠβροχηκυίας τῶι ἐνεστῶτι ἔτει Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδομεν Ἰσίδωρος ὁ προγεγραμμένος ἐπιδέδωκα. ἔτους δεκάτου Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ λ.