Ancient Greek
SB 5 7529
Documentary Papyri, SB 5 7529
Not analysed yet
Κηλητῇ χαίρειν. τὰ ἰχθύδια τοῦ ἀποδοχίου δύναται αὔριον κυνηγηθῆναι, ὅταν ἐγὼ πρὸς σὲ γένωμαι, τὰ δὲ θηλυκὰ κτήνη σήμερόν σοι πέμπω δειλιναῖς ὥραις, ἵνα ταχύτερον τὸ ἔργον τῆς Ἀργιάδος ἀπαλλαγῇ. πέμπω δὲ αὔριον ἐπὶ τὸ κάρνον. τὰ παρὰ σοὶ χωματικὰ ἔργα μὴ ἀμελείσθω. δήλωσον δέ μοι περὶ Ἐν…κουεῖτος, ἠ ἃ διεγράφω κατὰ μῆνα τοῖς πράκτορσι τῶν ἀργυρικῶν ὑπὲρ αὐτοῦ, λαμβάνεις πλήρης· ἐὰν γὰρ ἐνδέῃ πρὸς τὴν ἀπόδοσιν, αὐτοὺς τοὺς πράκτορας μετὰ καὶ τοῦ ὑπηρέτου ποιήσω ἐλθεῖν πρὸς αὐτόν, ἵνα καὶ ἐνγύην παράσχῃ τοῦ λείποντος χρόνου· τοῖς γὰρ μὴ αἰσθανομένοις ταῦτα ὀφείλει γείνεσθαι. ἔρρωσο …Κελητῇ εἰς Θρασώ.