Ancient Greek
SB 5 7530
Documentary Papyri, SB 5 7530
Not analysed yet
Ἀπίων Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν. ἧς γέγραφα τῶι ἀρχεδεάτρωι ἐπιστολῆς, ἀντίγραφον ὑποτέτακται. καὶ ἐγὼ δὲ θεῶν σῳζόντων διατάξας τὰ τοῦ μισθωσιδίου καταπλεύσομαι. προσπαρακαλῶ δὲ σεαυτοῦ ἐπιμέλεσθαι, ἵνʼ ὑγιαίνηις. ἔρρωσο. ἔτους ιε, Θωῦθ κζ. Ἀπίων Νουμηνίωι τῶι σεμνοτάτωι πολλά τε χαίρειν καὶ ἐρρωμένωι διευτυχεῖν. γέγραφα Διονυσίωι διαγράψαι ἀπʼ εὐχρηστίας παραυτὰ τὰς λοιπογραφουμένας πρὸς πάντα λόγον τοῦ ιδ ἔτους ἀργυρίου δραχμὰς Βϡ, Κόμων δὲ καταπέπλευκεν. διὸ ἐὰν φαίνηται συντάξεις πρᾶξαι αὐτόν, ὃ προσοφείλει ἀργυρίου τάλαντον α, δραχμὰς τν. ἔχει δὲ Διονύσιος τὰς τῶν ἐπιθηκῶν ἀσφαλείας τάλαντα …δραχμὰς Αφ. καὶ ἐγὼ δὲ ὡς ἐν ἀπόροις ζητήσω πόρον ἀπὸ μέρους, ὧν ἂν δύνωμαι. τὰ δὲ τοῦ μισθωσιδίου διατάξας ἐν τάχει καταπλεύσομαι. ἕως γὰρ σταθῆι τὰ τοῦ νομαρίου τελείως ἀπρακτῶ. προσπαρακαλῶ δὲ σαυτοῦ ἐπιμέλεσθαι, ἵνʼ ὑγιαίνηις. ἔρρωσο. ἔτους ιε, Θωῦθ κζ. τῶι ἀδελφῶι Ἀπολλωνίωι.