Ancient Greek
7558.30 to 7558.38
Documentary Papyri, SB 5 7558.30-38
Not analysed yet
Διόσκορος εἶπεν· εἴ σοι δοκεῖ, δὸς ἡμῖν τὸν λογοθέτην. Φιλώτας εἶπεν Ἑρμίαν τὸν ἀγορανομήσαντα καὶ κοσμητεύσαντα. ἄλλου. Ἀντώνιος Μάκρων Ἀφροδισίῳ ἐνάρχωι ἐξηγητῇ Ἀντινόου πόλεως χαίρειν. τῶν ὀρφανῶν Ἀντινοέων, περὶ ὧν γράφεις, τῶν μὲν ἐνθάδε πραγμάτων αὐτοῖς ἐπιτρόπους ἀξιοχρέους καὶ ἐπιτηδείους κατάστησον, τῶν δὲ ἐν ἄλλοις νομοῖς ἐπίστειλον τοῖς στρατηγοῖς, ἵνα αὐτῶν ἑκάστῳ καὶ αὐτοὶ ἐπιτηδείους καὶ ἀξιοχρέους ἕλωνται. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ θ. ἀντίγραφον ὑπογραφῆς. παραγγείλῃ τοῖς οἰκείοις τῆς ὀρφανῆς, ἣ καὶ ἐνέτυχέ μοι τὴν ἀξίωσιν σοῦ δοκιμαστήν. ἡ ἔκβασις τῆς διαλήμψεως· ἐὰνεἰς τὸ μέλλον λάβῃς τὴν ἐπιτροπήν, οὐκ ἀγνοεῖς, ὅτι δὴ καὶ εἰς τὸ παρεληλυθὸς τῷ σῷ κινδύνῳ αὐτὴν ὠλιγώρησας. ἔτους ιγ, Παῦνι β. ἀπόδος.